Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

θρῴϲκω ϲὺν τῷ ῑ «θρῴϲκουϲι κύαμοι» (N 589). Δίδυμοϲ δὲ χωρὶϲ τοῦ ῑ. ἀπὸ γὰρ τοῦ θορήϲω μέλλοντόϲ φηϲι γεγενῆϲθαι, ὡϲ τρώϲω τρώϲκω καὶ διπλαϲιαϲμῷ τιτρώϲκω, οὕτω θορήϲω θρώϲκω ϲυγκοπῆϲ γενομένηϲ καὶ μεταβολῇ ἄνευ τοῦ ἰῶτα (ἄνευ addidi et τοῦ ἰῶτα quod post γενομένηϲ positum fuit, huc retraxi). οἱ δὲ ἄλλοι πάντεϲ ϲὺν τῷ ῑ. οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ καὶ δῆλον ὅτι παρὰ τὸ θορῶ γέγονε παραγωγὸν θορίϲκω θωρίϲκω, ἐξ οὗ μεταθέϲεωϲ τοῦ ρ γενομένηϲ προϲεγράφη τὸ ῑ ἀκολούθωϲ (pro προϲεχῶϲ, quod anto γενομένηϲ locum habet in cod. scripsi προϲεγράφη vocem post γενομένηϲ ponens et pro τοῦ ῑ exhibui τὸ ῑ). καὶ τὸ θρῳϲμόϲ ϲὺν τῷ ῑ, ὥϲπερ καὶ Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου, ἐπεὶ παρὰ τὸ θορίϲκειν ἐϲτίν. ϲημαίνει γὰρ τόπον ὑψηλόν, ἀφ’ οὗ ἐϲτι θορεῖν «ἐπὶ θρῳϲμῷ πεδίοιο (Κ 160). θοριϲμόϲ θροιϲμόϲ θρῳϲμόϲ· γίνεται δὲ πολλάκιϲ ἔκταϲιϲ τοῦ ο ὡϲ τὸ ὠλεϲίκαρποϲ καὶ «μήϲτωρε φόβοιο» (Ε 272) καὶ Διώνυϲοϲ καὶ «θεοὶ δωτῆρεϲ ἐάων» (θ 325).