Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Θρινακία ἡ Ϲικελία διὰ τοῦ ῑ. ὥϲπερ οὖν ἀπὸ τοῦ Φρυγόϲ γίνεται Φρυγία καὶ ἀπὸ Φαίακοϲ Φαιακία, οὕτω καὶ ἀπὸ τοῦ θρῖναξ θρίνακοϲ Θρινακία· θρίνακι γάρ ἐϲτιν ὁμοία. ἢ παρὰ τὸ ἐκ τριῶν ϲυγκεῖϲθαι ἄκρων λέγεται Θρινακία οἱονεὶ τρινακρία τιϲ οὖϲα, καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Ϲικελία. ἔϲτι δὲ ταῦτα Λιλύβαιον, Πάχυνον, Πέλωρον. γράφεται καὶ Τρινακρία.