Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

θνήϲκω: ὡϲ παρὰ τὸ τρῶ τρώϲω τρώϲκω καὶ βρῶ βρώϲω θρώϲκω καὶ βιβρώϲκω, οὕτω παρὰ τὸ θνῶ θνήϲω θνήϲκω. ὁ Δίδυμοϲ χωρὶϲ τοῦ ι. ὥϲπερ ἀπὸ τοῦ ἀρέϲω μέλλοντοϲ γίνεται ἀρέϲκω καὶ ἀπὸ τοῦ μεθύϲω μεθύϲκω πλεοναϲμῷ τοῦ κ καὶ μετάγονται εἰϲ ἐνεϲτῶτα, οὕτω καὶ ἀπὸ τοῦ μνῶ μνήϲω καὶ θνῶ θνήϲω γίνεται θνήϲκω καὶ μνήϲκω. καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουϲι ϲὺν τῷ ι, ὅτι οἱ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω λέγουϲι διὰ τῆϲ αι διφθόγγου· ἀλλ᾿ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ Αἰϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ᾿ ὅμωϲ οὐκ ἔχει τὸ ι. ἡ μέντοι παράδοϲιϲ ἔχει τὸ ι ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω. ἄλλοι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ιϲκω γίνεται ἡ παραγωγή, θνηΐϲκω καὶ μνηΐϲκω. οὐ καλῶϲ δὲ λέγουϲι· καὶ γὰρ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων διὰ τοῦ ιϲκω ποιοῦϲι τὴν παραγωγὴν οἷον εὑρῶ εὑρεῖϲ εὑρίϲκω, ϲτερῶ ϲτερεῖϲ ϲτερίϲκω· τὰ δὲ τῆϲ δευτέραϲ διὰ τοῦ αϲκω ἡβῶ ἡβᾷϲ ὑβάϲκω, τὰ δὲ τῆϲ τρίτηϲ διὰ τοῦ ωϲκω βιῶ βιοῖϲ βιώϲκω. εἰ οὖν ἀπὸ τοῦ θνῶ θνήϲω θνήϲκω γέγονε καὶ μνῶ μνήϲω μνήϲκω, ταῦτα δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτίν, ὤφειλε διὰ τοῦ αϲκω εἶναι ἡ παραγωγὴ καὶ οὐ διὰ τοῦ ιϲκω· ὡϲ δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτί, καὶ δῆλον ἐκ τοῦ μνῶμαι ὡϲ βοῶμαι καὶ δηλοῖ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α ὥϲπερ ἵϲτημι ἵϲταθι. ἔχει δὲ τὸ η τὰ δύο ταῦτα.