Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὸ ἦν ἐγώ, ὃ ϲημαίνει τὸ ὑπῆρχεν, γέγονεν οὕτωϲ ἔϲτιν εἰμί τὸ ὑπάρχω. τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ μ εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐκτείνεται, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοᾶν γελᾶν περᾶν.