Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ζείδωροϲ ἄρουρα· διὰ τῆϲ ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζειά γέγονε ζειόδωροϲ καὶ κατὰ ϲυγκοπὴν τοῦ ο ζείδωροϲ· ἢ παρὰ τὸ ζῆν γέγονε ζήδωροϲ οἱονεὶ ἡ τὰ πρὸϲ τὸ ζῆν δωρουμένη τοῦ η εἰϲ τὴν ει δίφθογγον μετατεθέντοϲ Βοιωτικῶϲ. ἄμεινον δὲ οὕτωϲ· τὰ τρίτα πρόϲωπα τοῦ ῥήματοϲ ϲυντιθέμενα ἐκβάλλει τὸ ι ἔχω ἔχειϲ ἔχει ἐχέθυμοϲ· φέρω φέρειϲ φέρει Φέρεκλοϲ, μένει Μένεκλοϲ καὶ Μενέλαοϲ. ζέω ζέει ζεέδωροϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ζείδωροϲ.