Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἰρωνεία: διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν ἄρχουϲαν καὶ κατὰ τὴν παραλήγουϲαν ἡ μὲν ἄρχουϲα, ὅτι παρὰ τὸ εἴρων εἴρωνοϲ γέγονεν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὡϲ δέδεικται, κατὰ δὲ τὴν παραλήγουϲαν, ὅτι παρὰ τὸ εἰρωνεύω ἐϲτὶν εἰρωνεία ὡϲ μοιχεύω μοιχεία.