Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴρω τὸ ϲυμπλέκω διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἕρμα τὸ κώλυμα. καὶ πάλιν ὅτι ἀντιπαρόκειται αὐτῷ τὸ ὅρμοϲ ὁ περιτράχηλοϲ κόϲμοϲ καὶ ὁ λιμὴν παρὰ τὸ εἴρειν καὶ ϲυμπλέκειν τὰϲ ναῦϲ. καὶ ἄλλωϲ, ὅτι οἱ Αἰολεῖϲ ὀρράτω λέγουϲιν. ἔϲτι δὲ ἐρῶ εἶρα ἔρρον τὸ προϲτακτικόν. ἔθοϲ γὰρ ἔχουϲι τὸ ε τρέπειν οιον ὄνειροϲ ὄνοιροϲ.