Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴρυϲθαι τὸ φυλάξαι· ἔϲτι ἐρύω ἐρύϲω εἴρυκα εἴρυμαι εἴρυται καὶ τὸ ἀπαρέμφατον εἰρύϲθαι ὡϲ λελύϲθαι. ἀπὸ δὲ τοῦ ἔρυμι τὸ παθητικὸν ἔρυμαι καὶ τὸ ἀπαρέμφατον ἔρυϲθαι προπαροξυτόνωϲ καὶ πλεοναϲμῷ τοῦ ι ὡϲ ζεύγνυμι ζεύγνυϲθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύϲθαι. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω εἱλκύϲθαι, εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι εἵλκυϲθαι.