Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴργω: δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον. καὶ ἄλλωϲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔργαθεν ἢ διὰ τὸ ἀντιπαρακεῖϲθαι τὸ ο οἷον ὀργή. ἡ δὲ ὀργή εἴργει τινὰ τοῦ καλῶϲ βουλεύεϲθαι (pro βούλεϲθαι scripsi). τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ι ἐγκείμενον, κτείνω κτόνοϲ, εἴρω ὅρμοϲ, οὕτω καὶ εἴργω ὀργή.