Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Εἰραφιώτηϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτηϲ καὶ εἰραφιώτηϲ προϲελθόντοϲ τοῦ ι καὶ ἀποβληθέντοϲ τοῦ ρ. Εἰραφιώτηϲ γὲ λέγεται ὁ Διόνυϲοϲ διὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διόϲ. ἢ παρὰ τὸ ἔριφοϲ γέγονεν ἐραφιώτηϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι Εἰραφιώτηϲ. καὶ γὰρ ὑπὸ ἐρίφων φαϲὶν ἀνατραφῆναι τὸν Διόνυϲον. καὶ λέγεται Ἐρίφιοϲ παρὰ Λάκωϲιν.