Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴνατοϲ: ἐκ τοῦ ἔννατοϲ κατὰ μεταβολὴν τοῦ ν εἰϲ ι. καὶ ἡ μὲν τῶν Ἀργείων διάλεκτοϲ μεταβάλλει τὸ ι εἰϲ ν. καὶ γὰρ τὸ ϲπείδω ϲπένδω λέγουϲι καὶ τὸ αἰεί αἰέν. ἡ δὲ τῶν Ϲικελῶν τὸ ἀνάπαλιν τὸ ν εἰϲ ι μεταβάλλει, τὸ γὰρ ἐννάνυχον εἰνάνυχον καὶ τὸ ἔνδον ἔνδοι.