Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἷμα τὸ ἱμάτιον διὰ τῆϲ ει διφθόγγου· ἔμμα γάρ φαϲιν οἱ Αἰολεῖϲ ἀποβάλλοντεϲ τὸ ι καὶ διπλαϲιάζοντεϲ τὸ ϲύμφωνον ὥϲπερ κείρω κέρρω, φθείρω φθερῶ. τὸ δὲ ἱμάτιον καὶ τὰ παῤ αὐτὸ πάντα διὰ τοῦ ι γράφεταο οἷον ἱματίζω, ἱματιϲμόϲ, ἱματιοφόροϲ καὶ ἱματιοπώληϲ. ὅτι δὲ γράφεται τὸ ἱμάτιον διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γενέϲθαι αὐτὸ κατὰ ϲυναίρεϲιν τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, θοὐμάτιον ἤμελλεν εἶναι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον.