Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἰκών: ει δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγονεν εἰκών. ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα. τὰ γὰρ ἔχοντα ἀντιπαρακείνενον τὸ ο ἔχει τὸ ε ἐγκείμενον οἷον κείρω κουρεύϲ, ἀγείρω ἀγορά, οὕτωϲ καὶ εἴκω τὸ ὑποχειρῶ οἶκοϲ καὶ εἴκω τὸ ὁμοιῶ ἔοικα. τὸ δὲ Ἰκόνιον ἡ πόλιϲ καὶ τοῦτο παρὰ τὸ εἰκών ὂν διὰ τοῦ ι γράφεται. τὸ [*](l. 1 E. M. 296, 8, Hes. l. 3 Choer. 202, 23, Hes. l. 4 Choer. 202, 20 coll. E. M. 236, 34. Hes. l. 7 Choer. 207, 26, E. M. 297, 4, Hes. 1. 9 Choer. 213, 3, E. M. 297, 3, Hes. l. 12 Hes. quod quamquam ut praecedentia. verba εἰθύ, εἰθύοντα, είθυνομόμενον, εἰθυπτίων ex corrupta scriptura natum. esse potest, Schmidtius tamen defendit, quia Pausanias Atticista ap. Eustath. 1413, 38 διὰ διφθόγγου γράφει. Atque suspicari licet Herodianum ἰθύφαλλον probasse alterius scripturae mentionem iniiciens. l. 13 Choer. 209, 24. Hes. γίνεται δὲ καὶ ἴκελοϲ διὰ τοῦ ι ὡϲ ἐν ἄλλοιϲ. τοιοῦτον καὶ ἴδριϲ παρὰ τὸ εἴδω, ἐξ οὗ τὸ οἶδα, ἀλλὰ ταὶ ὁ ἴδιοϲ ὁ γνωϲτὸϲ ἡμῶν καὶ παρὰ τὸν εἴϲω τούτου μέλλοντα ὁ ἵϲτωρ παῤ Ἀττικοῖϲ ἐδαϲύνθη, ἀλλὰ καὶ ἴδμων. ὁ γὰρ εἰδήμων ὡϲ ἀπὸ περιϲπωμένου γέγονε καὶ φυλάττει τὴν ει δίφθογγον· ἔϲτι δὲ εἴδω καὶ τὸ ὁμοιῶ «εἰδομένη ξείνῳ» (α 105), ἐξ οὖ ὁ μέλλων εἴϲω, ἐξ οὐ τὸ εἴϲκω καὶ ἐΐϲκω. παρὰ τοῦτο οὖν τὸ εἴδω γίνεται ἐκ τοῦ μέλλοντοϲ τοῦ εἴϲω ἶϲοϲ. κυρίωϲ δὲ ἶϲὸν τὸ ὅμοιόν τινι «ῖϲοϲ Ἐνυαλίῳ» (Ε 31). Ep. Cr. I 210, 10; etiam Hes. habet ἴκελοϲ.) [*](l 16 Choer. 204, 19. l. 20 Choer. 206. fr. 38. — εἴκω τὸ ὁμοιῶ, ἐξ οὗ εἰκών καὶ εἰκότωϲ· ει· τὸ δὲ ἵκω τὸ παραγίνομαι ι Choer. 214, 27 seqq. l. 24 Choer. 205, 21 et Steph. B. s. Ἰκόνιον, unde inserui priorem de origine nominis fabulam; utramque autem narratiunculam ab Herodiano memoratam fuisse, praeter Stephani et Choerobosci cum eo necessitudinem etiam inde coniectari licet, quod E. M. 470, 45 utramque profert.)

499
δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆϲδε τῆϲ αἰτίαϲ. φαϲὶ γὰρ ὅτι ἦν Ναννακόϲ ὃϲ ἔζηϲεν ὑπὲρ τὰ τριακόϲια ἔτη. τοὺϲ δὲ πέριξ μαντεύϲαϲθαι, ἕωϲ τίνοϲ βιώϲεϲθαι. ἐδόθη δὲ ὁ χρηϲμόϲ, ὅτι τούτου τελευτήϲαντοϲ πάντεϲ διαφθαρήϲονται. οἱ δὲ Φρύγεϲ ἀκούϲαντεϲ ἐθρήνουν ϲφοδρῶϲ. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύϲειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν. ἀναξηρανθείϲηϲ γὰρ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾶ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι. διὰ οὖν τὰϲ εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον ἐκλήθη. ἀλλοι δέ φαϲι γυναῖκα κατοι κεῖν τὸν τόπον παράνομον, ἣ τοὺϲ ἐπιξενουμένουϲ ἐκέλευϲε ϲυγγενέϲθαι αὑτῇ καὶ μετὰ τὴν ϲυνουϲίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀϲέλγεια αὐτῆϲ ἐπιγνωϲθῇ. Περϲέα δὲ τὸν Δανάηϲ ἐπὶ τοὺϲ τόπουϲ ἀφικόμενον καὶ μέλλοντα ταὐτὰ πάϲχειν δείξαντα τὸ τῆϲ Γοργοῦϲ πρόϲωπον ἀπολιθῶϲαι αὐτήν. τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην, ἀφ᾿ ἧϲ αἰτίαϲ καὶ τοὺϲ κατοικοῦνταϲ τὴν πόλιν οὕτωϲ ὠνόμαϲαν. καὶ ἔδει διὰ διφθόγγου, διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἀρχομένη ϲυϲτελλομένη παρὰ Μενάνδρῳ.