Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴκελοϲ: διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ ἀπὸ τοῦ ἄγω γέγονεν ἄγελοϲ καὶ ἄγγελοϲ, οὕτω καὶ ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου γράφεται, γέγονεν εἴκελοϲ.