Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἶδον: τὸ εἶδον ἐν μὲν τῇ ὁριϲτικῇ ἐγκλίϲει παρὰ τοῖϲ ποιηταῖϲ καὶ διὰ τῆϲ ει διφθόγγου καὶ διὰ τοῦ ι γράφεται οἰον κοὐκ ἶδον, οὐ πυθόμην» (ψ 40) καὶ κεἰδον γὰρ ϲκοπιὴν εἰϲ παιπαλόεϲϲαν ἀνελθών» (κ 194), «Τηλέμαχοϲ μνηϲτῆρϲιν ἐφήμενοϲ εἶδεν Ἀθήνην » (Od. α 118) ubi legitur μνηϲτῆρϲι μεθήμενοϲ εἴϲιδ’ Ἀθήνην). παρὰ τοῖϲ ἰαμβογράφοιϲ ἤγουν ἐν ἰάμβῳ καὶ ἐν ῥητορικῷ δὲ λόγῳ ἤγουν πολιτκῷ οὐ δεῖ διὰ τοῦ ι γράφεῖν αὐτό, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου μόνον. εἰ δὲ εὑρέθη παρὰ τοῖϲ τραγικοῖϲ διὰ τοῦ ι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαϲτόν. οἱ γὰρ τραγικοὶ ποιητικαῖϲ λέξεϲιν εἰώθαϲι κεχρῆϲθαι. ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆϲ ει διφθόγγου γράφεται δῆλον, εἴγε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ ϲυνεῖδον. εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι, ἤμελλεν ἀναβιβάζειν τὸν τόνον ὡϲ παρὰ τῷ ποιητῇ εἴϲιδ’ Ἀθήνην» (α 118). ἐν δὲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι καὶ ἐν ταῖϲ μετοχαῖϲ διὰ ϲυνεϲταλμένου τοῦ ι γράφεται μόνωϲ οἶον ἴδω ἰδών, ἴδοιμι, ἰδέ, ἐὰν ἴδω καὶ ἐξ αὐτοῦ δὲ γενόμενοϲ δεύτεροϲ ἀόριϲτοϲ μέϲοϲ ἐν μὲν τοῖϲ ὁριϲτικοῖϲ διφορεῖται οἷον εἰδόμην καὶ ἰδόμην. ἐν δὲ ταῖϲ μετοχαῖϲ καὶ ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι διὰ τοῦ μόνου γράφεται οἱον ἰδέϲθαι, ἰδοίμην ἐὰν ἴδωμαι «ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήϲω καὶ δωμαι» (ν 215) καὶ ἰδόμενοϲ ἡ μετοχή, τὸ γὰρ διὰ τῆϲ ει διφθόγγου γραφόμενον «εἰδόμενοϲ Ἀκάμαντι θοῷ» (Ε 462) οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔϲτιν ἐπὶ τούτου τοῦ ϲημαινομένου, λέγω δὲ τοῦ θεωρήϲαϲ, ἀλλ’ ἐπὶ τοῦ ὁμοιωθείϲ, ἰδού τὸ προϲτακτικόν.