Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εὐρεῖα: διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι εὐρέα· καὶ ἄλλωϲ· τὰ ἀπὸ τῶν εἰϲ υϲ ἀρϲενικῶν διὰ τοῦ εια παραϲχηματιζόμενα θηλυκὰ διὰ τῆϲ ει διφθόγγου γράφεται.