Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Εὐνεῖδαι: διὰ τῆϲ ει διφθόγγου τὸ νει. παρὰ γὰρ τὸ Εὔνεωϲ γέγονεν. ὥϲπερ γὰρ ἀπὸ τοῦ Νείλεωϲ Νειλείδηϲ, οὕτω καὶ ἀπὸ τοῦ Εὔνεωϲ Εὐνείδηϲ.