Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἑρμίϲ: ι. ϲημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα, ἐπειδὴ ἀγάλματα Ἑρμοῦ ὡϲ ἐφόρου ὕπνου καὶ ὀνείρων ἐκεῖ ἔγλυφον ἢ παρὰ τὸ ἐνείρεϲθαι καὶ ἐμπλέκεϲθαι ἐν τῇ κλίνῃ. καὶ διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται οἷον ἀκτίϲ ἀκτίν, οὕτωϲ ἑρμίϲ ἑρμίν.