Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἐρινεόϲ: ι. ϲημαίνει δὲ τὴν ἀγρίαν ϲυκῆν. ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινόϲ καὶ πλεοναϲμῷ τοῦ ε ἐρινεόϲ. ἐριϲτικὸν γάρ ἐϲτι τὸ δένδρον. ἀνέρχεται γὰρ καὶ εἰϲ τοῖχον καὶ εἰϲ ἕκαϲτον τόπον.