Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἐρεχμόϲ καὶ ἐρεγμόϲ ὃϲ λέγεται καὶ ἐρεγχμόϲ. δοκεῖ δὲ ταῦτα παρὰ τοῖϲ Αἰολεῦϲιν ἐκφέρεϲθαι διὰ τοῦ χ. διωχμὸν γὰρ λέγουϲι καὶ ληχμόν ὡϲ Ἀντίμαχοϲ «ληχμὸν δ᾿ ἐμπάζεϲθαι ἀλεείνων».