Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἐπιείκεια. διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουϲαν. παρὰ τὸ εἴκω γάρ ἐϲτιν τὸ ϲημαῖνον τὸ ὑποχωρῶ. καὶ γὰρ ὁ ἐπιεικὴϲ εὐχερῶϲ ὑποχωρεῖ, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὁμοίωϲ καὶ ἡ παραλήγουϲα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.