Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

οὕτωϲ οὖν καὶ ἐξ ἔξω |καὶ πρόϲ πρόϲω. ὁμοίωϲ καὶ τὰ εἰϲ ω ἀπὸ ἐπιρρημάτων γινόμενα χωρὶϲ τοῦ ι γράφεται οἷον ἐγγύϲ ἐγγυτέρω ἐγγυτάτω, ἔξω ἐξωτέρω καὶ ἐξωτάτω, πέραν περαιτέρω καὶ περαιτάτω.