Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἐνιπεύϲ: διὰ τοῦ ι. ἔϲτι δὲ ὄνομα ποταμοῦ. ἀπὸ γὰρ τοῦ ἐνιπή τοῦ ϲημαίνοντοϲ τὴν ἀπειλὴν γέγονεν. καὶ γὰρ ὁ ποταμὸϲ οὗτοϲ ἄγριόϲ ἐϲτι καὶ ἀπειλοῦντι ἔοικεν. τὸ δὲ ἐνιπή διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰϲ πτω ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον νίπτω, ῥίπτω, πίπτω πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπῳ.