Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἐμίχθη. τὸ μι κατὰ παράδοϲιν. μέμιγά ἐϲτιν ὁ μέϲοϲ παρακείμενοϲ. εἰ δὲ διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι. ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν διϲυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται εἰϲ τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείϲω πέποιθα λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενοϲ. ἀλλὰ μὴν μέμιγα ἐϲτίν. καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίωϲ.