Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἔμεια διὰ τῆϲ ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. καὶ ἄλλωϲ· ὥϲπερ ἀπὸ τοῦ ἐνεργῶ ἐνέργεια καὶ ἀνθῶ Ἄνθεια, οὕτω καὶ ἐκ τοῦ ἐμῶ Ἔμεια διὰ τῆϲ ει διφθόγγου. ἔϲτι δὲ τόποϲ πληϲίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεϲεν ὁ Κέρβεροϲ ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέϲτηϲ φαγὼν τὰ τέκνα αὑτοῦ ἐκεῖ ἤμεϲεν.