Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἑβδομήκοντα: τὰ διὰ τοῦ ἐόντα ἀριθμητικὰ θέλει πρὸ τοῦ κ ἔχειν τὸ η φωνῆεν· ἀπὸ γοῦν τοῦ ἕξ γέγονεν ἑξάκιϲ καὶ ἐκ τοῦ ἑξάκιϲ ἑξήκοντα τροπῇ Δωρικῇ τοῦ α εἰϲ η. τὸ δὲ ἑβδομήκοντα καὶ ὀγδοήκοντα ἐκ τοῦ ἕβδομοϲ καὶ ὄγδοοϲ ὤφειλεν εἰναι ἑβδομόκοντα καὶ ὀγδοόκοντα διὰ τοῦ ο. ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλει παραλήγεϲθαι οὕτε τὸ ο οὕτε τὸ ἑ, ἐξ ἀνάγκηϲ ἔτρεψε τὸ ο εἰϲ τὸ η καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα. καὶ ἐνενήκοντα ὁμοίωϲ γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβαϲμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η παραλήγονται οἶον ἑξήκοντα καὶ ἑβδομήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ α εἰϲ η ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.