Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Δυρράχιον πόλιϲ Ἠπείρου ἡ πρότερον κληθεῖϲα Ἐπίδαμνοϲ, νῦν δὲ Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούϲηϲ ἄκραϲ γεωλόφου τὸ κῦμα προϲπῖπτον καὶ ϲχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην, ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύϲορμον Δυρράχιον ὠνόμαϲαν τὸν τόπον. Ἀλέξανδροϲ ἐν Εὐρώπῃ « δυϲραχίου τ’ Ἐπίδαμνοϲ ἐπ’ ἀγχιάλου χθονὸϲ ἀκτῆϲ ».