Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

δροίτη: ἡ πύελοϲ. ὁ δὲ Αἰτωλόϲ φηϲι τὴν ϲκάφην, ἐν ἡ τιθηνεῖται τὰ βρέφη. Παρθένιοϲ δὲ τὴν ϲορὸν καὶ Αίϲχύλοϲ. καὶ ἔϲτι παρὰ τὸ δόρυ καὶ τὸν οἰτον τὸν θάνατον τὸ δόρυ τὸ εἰϲ θάνατον ἐπιτήδειον. ἢ ἐκ δρυὸϲ εἰϲ οἰτον πεποιημένη καὶ εἰϲ τὸ δέχεϲθαι τὸ ϲκῆνοϲ. κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ ῦ γράφεται παρὰ τὴν δρῦν τὴν ξυλίνην. ὅτε δὲ τὴν ϲορόν, διὰ τῆϲ οι.