Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

δεῖϲα: ὃ ϲημαίνει τὴν ὑγραϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀπὸ γὰρ τοῦ δεύϲω μέλλοντοϲ γέγονε δεῦϲα καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ι δεῖϲα καὶ τὸ παράδειϲοϲ διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὴν δεῖϲαν γέγονεν. τὸ δὲ δῖϲα ἡ δυϲωδία εἴρηται παρὰ τὸ δίω τὸ διὰ τοῦ ι γραφόμενον ὃ ϲημαίνει τὸ φοβοῦμαι, ἵν’ ἦ δῖϲα ἡ δυϲοϲμία, ἣν φεύγομεν. εἴτε οὖν διὰ τοῦ ι εἴτε διὰ τῆϲ ει διφθόγγου ἄδηλον, τὸ δίω γὰρ καὶ δείω διφορεῖται ὅθεν δέοϲ καὶ δίον διὰ τοῦ ι, ὅθεν τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμου δίον» (X 251).