Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

δᾷδεϲ λαμπάδεϲ ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν δαΐδων. γίνεται δὲ ἐκ τοῦ δαίω τὸ διακόπτω καὶ καίω. ὁ μέλλων δαίϲω καὶ λοιπὸν ἐκ τοῦ δαίϲ καὶ δᾴϲ κατὰ ϲυναίρεϲιν· ἔμεινε δὲ τὸ ι ἀνεκφώνητὸν. δάειρα. ει.