Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Γόννοι πόλιϲ Περραιβίαϲ ἀπὸ Γουνέωϲ κληθεῖϲα τοῦ ἀπογόνου Κύφου. οὕτωϲ φηϲὶν Ὅμηροϲ. ὁ πολίτηϲ Γούνιοϲ καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶϲ τοῦ υ· τοὺϲ δὲ Περραιβοὺϲ Αἰολεῖϲ ὄνταϲ τὰ ϲύμφωνα διπλοῦν καὶ Περραιβοὺϲ καλοῦνταϲ ἑαυτοὺϲ καὶ Γόννον διὰ δύο νν τὴν πόλιν. γόνα γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα.