Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

γήδιον· τριῶν ὄντων τῶν πρωτοτύπων γῆ καὶ γαῖα καὶ γέα ἐκ ποίου τούτων γέγονε τὸ γῇδιον λέγει δὲ ὁ Δίδυμοϲ, ὅτι ἔϲτι γέα διὰ τοῦ ε καὶ ἐπειδή, ἡνίκα ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ φωνήεντοϲ ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο, τότε ίνεται διὰ διον ἡ παραγωγὴ καὶ προϲέρχεται κατὰ τὴν παραλήγουϲαν τὸ ι οἷον πράξεωϲ πραξείδιον, λέξεωϲ λεξείδιον, βοῦϲ βοόϲ βοίδιον, νόοϲ νόου νοίδιον. οὕτωϲ οὖν καὶ γέα γέαϲ γείδιον διὰ τῆϲ ει διφθόγγου καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η γήδιον διὰ τοῦ η καὶ — ὥϲπερ εἰκάζω ῇκαζον καὶ εἴδειν ᾔδειν (περὶ δὲ τούτου ζήτει εἰϲ τὸ περὶ κτητικῶν τοῦ Χοιροβοϲκοῦ).