Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ᾦγον. ϲὺν τῷ ι. πρῶτον μὲν ὅτι ἀπὸ τοῦ οἴγω ἐγένετο κατὰ τροπὴν τοῦ ο εἰϲ ω ὥϲπερ οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν· ὁ γὰρ παρατατικὸϲ πάντοτε μεγεθύνεται κατὰ τὴν ἀρχὴν ἢ χρονικῶϲ ἢ ϲυλλαβικῶϲ. δεύτερον δὲ ὅτι οἱ παρψχημένοι κατὰ τὴν ἀρχὴν ἢ ἴϲα φωνήεντα θέλουϲι ἔχειν ὡϲ αὐλῶ ηὔλουν, αἰϲχύνομαι ᾐϲχυνόμην, ἢ πλείονα ὡϲ ἔχω εἶχον, οὐδέποτε δὲ ἐλάττονα. εἰ ἄρα οὖν τὸ οἴγω δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχήν, τούτου χάριν καὶ τὸ ᾦγον τὸ ο ἔχει, ἵνα ϲχῇ κατὰ τὴν ἀρχὴν τὰ ἴϲα φωνήεντα τῷ ἐνεϲτῶτι.