Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

χρίω τὸ ἀλείφω διὰ τοῦ ῑ γράφεται καὶ ἶϲωϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ χρείω τοῦ ἐπὶ τοῦ χρηϲμῳδῶ. ἕτεροι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ γέγονεν ἀπὸ τοῦ χρίμπτω χρίω, τὰ δὲ εἰϲ πιω οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον νίπτω, ῥίπτω πλὴν τοῦ φιλαλειπτῶ καὶ τοῦ ἀνερείπτω τοῦ ϲημαίνοντοϲ τὸ ἁρπάζω, ἔξ οὖ ἀνηρείψαντο.