Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου. διὰ τοῦ ῑ γράφεται. ὥϲπερ γὰρ ἀπὸ τοῦ Λέϲβοϲ Λέϲβιοϲ διὰ τοῦ ῑ καὶ ἀπὸ τοῦ Ϲάμοϲ Ϲάμιοϲ, οὕτω καὶ ἀπὸ τοῦ Χίοϲ Χίιοϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν μακρὸν Χῖοϲ ὥϲπερ δίιοϲ δῖοϲ, Θέτιι Θέτι.