Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

φρήτρῃφιν (Β 363). δεῖ γινώϲκειν ὅτι ταῦτα ἔχει τὸ ι προϲγεγραμμένον. τινὲϲ δὲ βούλονται γράφειν αὐτὰ χωρὶϲ τοῦ ι λέγοντεϲ ὅτι αἱ ἐπεκτεινόμεναι πτώϲειϲ διὰ τῆϲ φι ϲυλλαβῆϲ, εἰ μὲν ἔχουϲιν ἓν φωνῆεν κατὰ τὴν λήγουϲαν, φυλάττουϲιν αὐτό, εἰ δὲ β΄, ἀποβάλλουϲι τὸ ἕν. ἕτεροι δὲ ϲυνηγοροῦϲι τῇ παραδόϲει. ἡ γὰρ .παράδοϲιϲ τὰϲ τοιαύταϲ δοτικὰϲ οὖν ϲὺν τῷ ι οἶδε γράφειν. λέγουϲι γάρ, ὅτι αἱ διὰ τοῦ φι ἐπεκτάϲειϲ προϲερχόμεναι ταῖϲ πτώϲεϲι, εἰ μὲν φυλάϲϲουϲι τὴν αὐτὴν φωνήν, καὶ τὴν αὐτὴν γραφὴν φυλάϲϲουϲι. εἰ δὲ μὴ φυλάϲϲουϲι τὴν αὐτὴν φωνήν, οὐδὲ τὴν αὐτὴν γραφὴν φυλάττουϲιν.