Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

φνεί: δεῖ γινώϲκειν ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ ἄρχεται ἀπὸ τοῦ φ καὶ ν. τὸ γὰρ Φναίτηϲ ὄνομα παρ’ Αἰγυπτίοιϲ βάρβαρον. τὸ δὲ φνεί ἐπιτετηδευμένον ἐϲτὶ παρὰ Ἀριϲτοφάνει, μίμημα ὀρνέου φωνῆϲ. λέγουϲι δέ τινεϲ, ὅτι τὸ φνεί οὐκ ἄρχεται ἀπὸ τοῦ φν. οὐκ ἔϲτι γὰρ φνεί ἡ λέξιϲ, ἀλλὰ τοφνεί, τοῦ το μὴ ὄντοϲ ἄρθρου, ἀλλὰ μέρουϲ τῆϲ λέξεωϲ. καὶ δῆλον ἐκ τοῦ μὴ εὑρίϲκεϲθαι αὐτὸ χωρὶϲ τοῦ το παρά τιϲι. Χοιροβοϲκόϲ.