Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

---φείδομαι: ει δίφθογγοϲ· παρὰ γὰρ τὸ φεύγειν τὸ δοῦναι γέγονε φεύδομαι καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ι φείδομαι. τὸ δὲ φιδόϲ τὸ ῥηματικόν, ὃ ϲημαίνει τὸ φειδωλόϲ, ἐπεκράτηϲε διὰ τοῦ ι γράφεϲθαι. φείδυλοϲ: παρὰ τὸ φείδομαι. ει δίφθογγοϲ.