Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

βαϲίλειοϲ. τὸ λει δίφθογγοϲ· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Ὀδυϲϲεύϲ Ὀδύϲϲειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, οὕτω καὶ βαϲιλεύϲ βαϲίλειοϲ. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ ἄλλωϲ δὲ εὕρηται κατὰ διάϲταϲιν τὸ ι καὶ ἐκτάϲει τοῦ ε εἰϲ η οἰον βαϲιλήϊοϲ.