Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

βοήθεια: ἐκ τοῦ βοηθόϲ γέγονεν. ἔϲτι δὲ ὁ βοηθόϲ παρὰ τὸ βοή καὶ θοόϲ οἱονεὶ ὁ κατὰ τὴν μάχην ταχὺϲ καὶ ἐκ τούτου γίνεται βοήθεια διὰ τῆϲ ει διφθόγγου.