Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται τοῦτο δὲ παρ’ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου.