Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τίτῳ: οὕτω λέγεται ἡ ἡμέρα. διὰ τοῦ ῑ γράφεται. παρὰ γὰρ τὸ Τιτάν Τιτᾶνοϲ γέγονε Τιτανίϲ καὶ ἐκεῖθεν ὑποκοριϲτικὸν Τίτῳ ὥϲπερ Ὑψιπύλη Ὑψώ, Είδόθεα Εἰδώ.