Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τιτάν: διὰ τοῦ ῑ ἢ γὰρ παρὰ τὸ τίνω τὸ ϲημαῖνον τὸ ἀποδίδωμι γέγονε Τινάν καὶ Τιτάν οἱ οὕτω διαπραττόμενοι ὥϲτε δοῦναι τιμωρίαν. ἢ παρὰ τὸ τιταίνω γέγονε τιτάν οἱονεὶ οἱ τείνοντεϲ τὰϲ χεῖραϲ εἰϲ τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρόϲ, λέγω δὴ τοῦ Οὐρανοῦ. τὸ δὲ Τιτάν διὰ τοῦ ι ϲυνεϲταλμένου ἐϲτίν. καὶ ἄλλωϲ τὰ εἰϲ αν οὐ παραλήγεται τῇ ει διφθόγγῳ κτλ.