Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τιμωρία. διὰ τοῦ ῑ. ὁ δὲ λόγοϲ περὶ τῆϲ ἀρχῆϲ. ἡ γὰρ ϲυνέϲταλται. διὰ τοῦ ῑ δὲ ἡ ἀρχή, ἐπειδὴ παρὰ τὸ τιμωρόϲ ἐϲτι, τὸ δὲ τιμωρόϲ διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ παρὰ τὸ τιμή καὶ τὸ ὠρῶ τὸ ϲημαῖνον τὸ φυλάττω γέγονεν.