Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τιμῆϲ: τινὲϲ τὸ τιμῆϲ διὰ τοῦ ῑ γράφουϲιν· ἀπὸ γὰρ τοῦ τιμήειϲ. οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα» (Ϲ 475), καίτοι λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ ἐν τῇ τελευταίᾳ. δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶϲ τοῦ Θρᾷξ. οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ δὲ γενικὴν ἐκδέχεται κτλ.