Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τἠμῇ: ἔχει τὸ ῑ κατὰ τὴν λήγουϲαν· κατὰ δὲ τὴν ἀρχὴν οὔ, οἷον «ἀμφὶ δέ τοι τἠμῇ κλιϲίῃ » (I 654) ἔϲτι γὰρ τῇ ἐμῇ. καὶ ἐκθλίβεται τοῦ τῇ ἄρθρου τὸ ῑ καὶ κιρνᾶται τὸ η καὶ ε εἰϲ η. οὕτω καὶ τὠμῷ χωρὶϲ τοῦ ῑ, ὡϲ τὸ « Δῖε Μενοιτιάδη τὠμῷ κεχαριϲμένε θυμῷ» (Λ 607). ἐϲτι γὰρ τῷ ἐμῷ· καὶ ἐκθλίβεται τὸ ῑ τοῦ τῷ ἄρθρου καὶ κιρνᾶται τὸ ω καὶ ε εἰϲ τὸ ω καὶ γίνεται τὠμῷ χωρὶϲ τοῦ ῑ.