Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ταλαπείριοϲ: διὰ τῆϲ ει διφθόγγου. ἢ γὰρ παρὰ τὸ τηλόθεν πεπερακέναι γέγονε ταλαπέριοϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ ταλαπείριοϲ. ἢ παρὰ τὸ τλῆναι καὶ πεῖραν γέγονε ταλαπείριοϲ οἱονεὶ ὁ πολλὴν πεῖραν ὑπομείναϲ τοῦτ’ ἔϲτι πολύπειροϲ. τὸ δὲ πεῖρα διὰ τῆϲ ει διφθόγγου γράφεται.