Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τριτογένεια ἡ Ἀθηνᾶ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν παραλήγουϲαν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν διὰ τοῦ ι ἢ ὅτι παρὰ τὸ τριτώ ἐϲτιν, ὅπερ κατὰ τοὺϲ Ἀθαμᾶναϲ ϲημαίνει τὴν κεφαλήν — ἐπειδὴ οὐκ ἐκ τῆϲ μήτραϲ, ἀλλὰ ἐκ τῆϲ κεφαλῆϲ τοῦ Διὸϲ ἐξῆλθεν —  ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ γέγονεν ἤ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. ἢ ἐπειδὴ τριταία γέγονεν οἱονεὶ ἡ φαινομένη τριταία· καὶ γὰρ τὴν αὐτήν φαϲιν εἶναι αὐτὴν τῇ ϲελήνῃ· ἡ δὲ ϲελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται καὶ τὴν τρίτην τοῦ μηνὸϲ τριτομηνίδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆϲθαι τότε ἡ Ἀθηνᾶ. τὸ δὲ τριταία διὰ ϲυνεϲταλμένηϲ τῆϲ τρίτηϲ· ϲυλλαβῆϲ. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ τρεῖν τὸ φοβεῖϲθαι γεννᾶν ἡ φόβου ἐμποιητική. οἷϲ ἀντίκειται καὶ ἡ γραφή, ὅτι ὤφειλε γράφεϲθαι διφθόγγῳ, καὶ ὁ ϲχηματιϲμόϲ, ἐπειδή, ὥϲ φηϲιν ὁ τεχνικόϲ, τὰ τοιαῦτα εἰϲ πάθη ἀναλύεται καὶ οὐκ εἰϲ ἐνέργειαν οἷον Λυκηγενήϲ ὁ ἐν Λυκίᾳ γεγεννημένοϲ, Κυπρογενήϲ ὁ ἐν Κύπρῳ γεγεννημένοϲ, ἠριγενήϲ ὁ ἐν τῷ ἔαρι γεννηθείϲ. οὕτωϲ οὖν καὶ Τριτογένεια ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τρεῖν γεννῶϲα. οὐ δύναται δὲ ἐκ τοῦ τρεῖν γεννᾶϲθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου.