Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲῖτοϲ: λέγει ὁ τεχνικὸϲ ὅτι ὥϲπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαϲτήϲ καὶ ἀποβολῇ τοῦ c ἐργάτηϲ βαρυνόμενον καὶ ἀπὸ τοῦ δεϲποϲτήϲ δεϲπότηϲ οἰϲτόϲ οἶτοϲ, οὕτω καὶ παρὰ τὸ ϲέϲειϲται ϲειϲτόϲ ἀποβολῇ τοῦ ϲ καὶ τοῦ ε ϲῖτοϲ διὰ τοῦ ῑ· καὶ ἄλλωϲ, ὅτι τὰ διὰ τοῦ ιτοϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον Τρῖτοϲ, μίτοϲ, Ἐπαφρόδιτοϲ.