Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲείω: διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ παρὰ τὸ πνέω γέγονε πνείω διὰ τῆϲ ει διφθόγγου ἐπενθέϲει τοῦ ι καὶ παρὰ τὸ πλέω πλείω, οὕτω καὶ παρὰ τὸ ϲέω ϲείω διὰ τῆϲ ει διφθόγγου.